Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.145 Joseph. AJ 20.150 (English) >>Joseph. AJ 20.156

20.148

Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη δεκατρία καὶ μῆνας ὀκτὼ πρὸς ἡμέραις εἴκοσι, καὶ λόγος ἦν παρά τινων, ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο. ταύτης πατὴρ μὲν ἦν Γερμανικὸς Καίσαρος ἀδελφός, ἀνὴρ δὲ γενόμενος Δομέτιος Ἠνόβαρβος τῶν ἐπισήμων κατὰ τὴν Ῥωμαίων πόλιν. 20.149οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ἐπὶ πολὺν χρόνον Κλαύδιος ἄγεται πρὸς γάμον ἐπαγομένην καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει δὲ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς αὐτῷ καὶ παῖδες ἐγεγόνεσαν Βρεττανικός τε καὶ Ὀκταουία. 20.150ἦν γὰρ Ἀντωνιανὴ καὶ πρεσβυτάτη τῶν ἀδελφῶν, ἣν ἐκ Πετίνης τῆς πρώτης γυναικὸς εἶχεν. καὶ δὴ τὴν Ὀκταουίαν ἥρμοσεν τῷ Νέρωνι· τοῦτο γὰρ ὕστερον αὐτὸν ἐκάλεσεν εἰσποιησάμενος υἱὸν Καῖσαρ. 20.151

Δεδοικυῖα δʼ Ἀγριππῖνα, μὴ Βρεττανικὸς ἀνδρωθεὶς αὐτὸς παρὰ τοῦ πατρὸς τὴν ἀρχὴν παραλάβοι, τῷ δὲ αὐτῆς παιδὶ προαρπάσαι βουλομένη τὴν ἡγεμονίαν τά τε περὶ τὸν θάνατον τοῦ Κλαυδίου, 20.152καθάπερ ἦν λόγος, διεπράξατο, καὶ παραχρῆμα πέμπει τὸν τῶν στρατευμάτων ἔπαρχον Βοῦρρον καὶ σὺν αὐτῷ τοὺς χιλιάρχους τῶν τε ἀπελευθέρων τοὺς πλεῖστον δυναμένους ἀπάξοντας εἰς τὴν παρεμβολὴν τὸν Νέρωνα καὶ προσαγορεύσοντας αὐτὸν αὐτοκράτορα. 20.153Νέρων δὲ τὴν ἀρχὴν οὕτως παραλαβὼν Βρεττανικὸν μὲν ἀδήλως τοῖς πολλοῖς ἀναιρεῖ διὰ φαρμάκων, φανερῶς δʼ οὐκ εἰς μακρὰν τὴν μητέρα τὴν ἑαυτοῦ φονεύει, ταύτην ἀμοιβὴν ἀποτίσας αὐτῇ οὐ μόνον τῆς γενέσεως ἀλλὰ καὶ τοῦ ταῖς ἐκείνης μηχαναῖς τὴν Ῥωμαίων ἡγεμονίαν παραλαβεῖν. κτείνει δὲ καὶ τὴν Ὀκταουίαν, συνῴκει, πολλούς τε ἐπιφανεῖς ἄνδρας ὡς ἐπʼ αὐτὸν ἐπιβουλὰς συντιθέντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.145 Joseph. AJ 20.150 (English) >>Joseph. AJ 20.156

Powered by PhiloLogic